Ἡ κατωτέρω ἐπιστολὴ διαμαρτυρίας, γραμμένη σὲ ἄπταιστα ἀρχαῖα ἑλληνικά, ἐστάλη ἀπὸ Γάλλους φοιτητὲς στὸν Γάλλο Ὑπουργὸ Παιδείας Ξαβιὲ Νταρκός!
Πόσοι ἄραγε ἀπὸ ἐμᾶς τοὺς Ἕλληνες μποροῦμε νὰ τὴν καταλάβουμε;
Οἱ τὴν τῶν Ἑλλήνων γλῶτταν μανθάνοντες τῷ ἐφιστάντι ἐπὶ τῇ τῶν πολιτῶν παιδείᾳ χαίρειν.
Τήνδε σοι ἐπιστέλλομεν τὴν ἐπιστολὴν ἵνα τελευτῶν ἐθέλῃς ἀκοῦσαι ὧν λέγομεν. Τρίτον γὰρ ἤδη μῆνα τοῦτον ἐσπουδάκαμεν ὅπως σε πείθωμεν ὡς κακῶς ἔχει τὰ περὶ τῆς πενταετοῦς διδασκαλίας προβεβουλευμένα σοι. Ἀγανακτοῦμεν δ' ὅτι ἡμεῖς μὲν λέγομεν, σὺ δ' οὐκ ἀκούεις. Περὶ δὴ τοσούτου ποιεῖ τοὺς πολλοὺς τῶν διδασκάλων καὶ τῶν μαθητῶν προτρέποντάς σε πρὸς σωφροσύνην; Καὶ γὰρ ἅπαντες ὁμολογοῦσιν ὅτι καινός τις νόμος χρήσιμός ἐστι καὶ ἀναγκαῖος, σὺ δ' ἀδίκως τὸν καιρὸν τοῦτον ἔλαβες ἵνα τοὺς πιστεύοντάς σοι προδῷς καὶ τὰς τῶν νέων ἐλπίδας διαφθείρῃς. Καὶ μὴν εἰς τοσοῦτον ὕβρεως ἥκεις ὑπὸ φιλοτιμίας ὥστε δοκεῖν τοῦ ὀρθοῦ λόγου καταφρονεῖν καὶ τῆς δικαιοσύνης. Τὸ δὲ τοιοῦτον θράσος αἰσχρόν ἐστι καὶ οὐδὲν ἀλλὸ ἢ ὀργὰς ἡμῖν ἐμποιεῖ. Διὸ ἀπαιτοῦμέν σε τὰ βεβουλευμένα ἀφέντα καὶ πᾶσιν οἳ πολὺν ἤδη χρόνον καλοῦσί σε εἰς λόγους ἐλθόντα μετὰ τούτων καινὸν νόμον ἐκθεῖναι, δι' οὗ πᾶσι τοῖς πολίταις τὰ μέλλοντα ἀσφαλέστερα ἔσται καὶ δικαιότερα.
Ἔρρωσο.